Σήμερον ὁ " />
Σήμερον ὁ "/>
Surprise Me!

"ΣΗΜΕΡΟΝ Ο ΧΡΙΣΤΟΣ ΕΝ ΒΗΘΛΕΕΜ ΓΕΝΝΑΤΑΙ" ΗΧΟΣ Β΄ ΝΙΚΟΛΑΟΣ ΓΕΩΡΓΑΦΕΝΤΗΣ

2013-12-24 100 Dailymotion

Καὶ νῦν ... Ἦχος β' Ἰωάννου Μοναχοῦ

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.