Surprise Me!

"ΕΝ ΤΗ ΣΤΟΑ ΤΟΥ ΣΟΛΟΜΩΝΤΟΣ" ΚΑΚΟΥΛΙΔΗΣ ΓΕΩΡΓΙΟΣ

2012-04-18 99 Dailymotion

Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ ΨΑΛΛΕΙ ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ:
Δόξα... Ἦχος πλ. δ'

Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.