Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀ" />
Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀ"/>
Surprise Me!

"ΟΣΙΕ ΠΑΤΕΡ ΙΕΡΑΡΧΑ" ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ ΗΧΟΣ Δ'

2012-12-11 569 Dailymotion

Δόξα... Ἦχος δ'

Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὦ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.